Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.25 Dem. 3.29 (English) >>Dem. 3.31

3.27τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματʼ ἐκείνοις, χρωμένοις οἷς εἶπον προστάταις· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματʼ ἔχει; ἆρά γʼ ὁμοίως παραπλησίως; οἷςτὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ἀλλʼ ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δʼ ἡμῖν καὶ τὰ ἡμέτερʼ αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, 3.28ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δʼ χίλια καὶ πεντακόσια τάλαντʼ ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν. φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν παρʼ ἡμῶν αὐτῶν Φίλιππος. 3.29ἀλλʼ, τᾶν, εἰ ταῦτα φαύλως, τά γʼ ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει. καὶ τί ἂν εἰπεῖν τις ἔχοι; τὰς ἐπάλξεις ἃς κονιῶμεν, καὶ τὰς ὁδοὺς ἃς ἐπισκευάζομεν, καὶ κρήνας, καὶ λήρους; ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα πολιτευομένους, ὧν οἱ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἱ δʼ ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονεν, τοσούτῳ τὰ τούτων ηὔξηται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.25 Dem. 3.29 (English) >>Dem. 3.31

Powered by PhiloLogic